Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.18 Dem. 18.20 (English) >>Dem. 18.23

18.19ταῦτα δʼ ὁρῶν Φίλιππος (οὐ γὰρ ἦν ἀφανῆ) τοῖς παρʼ ἑκάστοις προδόταις χρήματʼ ἀναλίσκων πάντας συνέκρουε καὶ πρὸς αὑτοὺς ἐτάραττεν· εἶτʼ ἐν οἷς ἡμάρτανον ἄλλοι καὶ κακῶς ἐφρόνουν, αὐτὸς παρεσκευάζετο καὶ κατὰ πάντων ἐφύετο. ὡς δὲ ταλαιπωρούμενοι τῷ μήκει τοῦ πολέμου οἱ τότε μὲν βαρεῖς, νῦν δʼ ἀτυχεῖς Θηβαῖοι φανεροὶ πᾶσιν ἦσαν ἀναγκασθησόμενοι καταφεύγειν ἐφʼ ὑμᾶς, Φίλιππος, ἵνα μὴ τοῦτο γένοιτο μηδὲ συνέλθοιεν αἱ πόλεις, ὑμῖν μὲν εἰρήνην, ἐκείνοις δὲ βοήθειαν ἐπηγγείλατο. 18.20τί οὖν συνηγωνίσατʼ αὐτῷ πρὸς τὸ λαβεῖν ὀλίγου δεῖν ὑμᾶς ἑκόντας ἐξαπατωμένους; τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτʼ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτʼ εἰπεῖν, οἳ πόλεμον συνεχῆ καὶ μακρὸν πολεμούντων ὑμῶν, καὶ τοῦτον ὑπὲρ τῶν πᾶσι συμφερόντων, ὡς ἔργῳ φανερὸν γέγονεν, οὔτε χρήμασιν οὔτε σώμασιν οὔτʼ ἄλλῳ οὐδενὶ τῶν ἁπάντων συνελάμβανον ὑμῖν· οἷς καὶ δικαίως καὶ προσηκόντως ὀργιζόμενοι ἑτοίμως ὑπηκούσατε τῷ Φιλίππῳ. μὲν οὖν τότε συγχωρηθεῖσʼ εἰρήνη διὰ ταῦτʼ, οὐ διʼ ἐμέ, ὡς οὗτος διέβαλλεν, ἐπράχθη· τὰ δὲ τούτων ἀδικήματα καὶ δωροδοκήματʼ ἐν αὐτῇ τῶν νυνὶ παρόντων πραγμάτων, ἄν τις ἐξετάζῃ δικαίως, αἴτιʼ εὑρήσει. 18.21καὶ ταυτὶ πάνθʼ ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι. εἰ γὰρ εἶναί τι δοκοίη τὰ μάλιστʼ ἐν τούτοις ἀδίκημα, οὐδέν ἐστι δήπου πρὸς ἐμέ· ἀλλʼ μὲν πρῶτος εἰπὼν καὶ μνησθεὶς ὑπὲρ τῆς εἰρήνης Ἀριστόδημος ἦν ὑποκριτής, δʼ ἐκδεξάμενος καὶ γράψας καὶ ἑαυτὸν μετὰ τούτου μισθώσας ἐπὶ ταῦτα Φιλοκράτης Ἁγνούσιος, σός, Αἰσχίνη, κοινωνός, οὐχ ἐμός, οὐδʼ ἂν σὺ διαρραγῇς ψευδόμενος, οἱ δὲ συνειπόντες ὅτου δήποθʼ εἵνεκα (ἐῶ γὰρ τοῦτό γʼ ἐν τῷ παρόντι) Εὔβουλος καὶ Κηφισοφῶν· ἐγὼ δʼ οὐδὲν οὐδαμοῦ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.18 Dem. 18.20 (English) >>Dem. 18.23

Powered by PhiloLogic